Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.163.1 | Hdt. 4.164.3 (English) | >>Hdt. 4.166.1 |
4.164.1 ὁ δὲ παραλαβὼν τοὺς ἐκ τῆς Σάμου κατῆλθε ἐς τὴν Κυρήνην , καὶ ἐπικρατήσας τῶν πρηγμάτων τοῦ μαντηίου οὐκ ἐμέμνητο , ἀλλὰ δίκας τοὺς ἀντιστασιώτας αἴτεε τῆς ἑωυτοῦ φυγῆς .
4.164.2 τῶν δὲ οἱ μὲν τὸ παράπαν ἐκ τῆς χώρης ἀπαλλάσσοντο , τοὺς δέ τινας χειρωσάμενος ὁ Ἀρκεσίλεως ἐς Κύπρον ἀπέστειλε ἐπὶ διαφθορῇ . τούτους μέν νυν Κνίδιοι ἀπενειχθέντας πρὸς τὴν σφετέρην ἐρρύσαντο καὶ ἐς Θήρην ἀπέστειλαν · ἑτέρους δέ τινας τῶν Κυρηναίων ἐς πύργον μέγαν Ἀγλωμάχου καταφυγόντας ἰδιωτικὸν ὕλην περινήσας ὁ Ἀρκεσίλεως ἐνέπρησε .
4.164.3 μαθὼν δὲ ἐπʼ ἐξεργασμένοισι τὸ μαντήιον ἐὸν τοῦτο , ὅτι μιν ἡ Πυθίη οὐκ ἔα εὑρόντα ἐν τῇ καμίνῳ τοὺς ἀμφορέας ἐξοπτῆσαι , ἔργετο ἑκὼν τῆς τῶν Κυρηναίων πόλιος , δειμαίνων τε τὸν κεχρησμένον θάνατον καὶ δοκέων ἀμφίρρυτον τὴν Κυρήνην εἶναι .
4.164.4 εἶχε δὲ γυναῖκα συγγενέα ἑωυτοῦ , θυγατέρα δὲ τῶν Βαρκαίων τοῦ βασιλέος , τῷ οὔνομα ἦν Ἀλάζειρ · παρὰ τοῦτον ἀπικνέεται , καί μιν Βαρκαῖοί τε ἄνδρες καὶ τῶν ἐκ Κυρήνης φυγάδων τινὲς καταμαθόντες ἀγοράζοντα κτείνουσι , πρὸς δὲ καὶ τὸν πενθερὸν αὐτοῦ Ἀλάζειρα . Ἀρκεσίλεως μέν νυν εἴτε ἑκὼν εἴτε ἀέκων ἁμαρτὼν τοῦ χρησμοῦ ἐξέπλησε μοῖραν τὴν ἑωυτοῦ .
ch. 165
4.165.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.163.1 | Hdt. 4.164.3 (English) | >>Hdt. 4.166.1 |